TLG 1398 001 :: HEGESIPPUS :: Fragmenta (ex incerto libro) HEGESIPPUS Scr. Eccl. Fragmenta (ex incerto libro) Citation: Page — (line) | ||
207(1t) | FRAGMENTA | |
2t | HEGESIPPI, | |
---|---|---|
3t | QUI POST MEDIUM SAECULUM SECUNDUM COM‐ | |
4t | MENTARIOS SUOS CONSCRIPSIT. | |
5t | Ex Incerto Libro | |
6t | COMMENTARIORUM ACTUUM ECCLESIASTICORUM. | |
7 | Ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ, τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ, αὗται· Ἐσσαῖοι· Γαλιλαῖοι· Ἡμεροβαπτισταί· Μασ‐ | |
10 | βωθαῖοι· Σαμαρεῖται· Σαδδουκαῖοι· Φαρισαῖοι. Haec Eusebius attulit lib. iv. Hist. c. 22. — —ἀπὸ τούτων δηλαδὴ τῶν αἱρετικῶν κατηγοροῦσι τινὲς Συμεῶνος τοῦ Κλωπᾶ, ὡς ὄντος ἀπὸ Δαβὶδ καὶ Χριστι‐ ανοῦ. καὶ οὕτω μαρτυρεῖ ἐτῶν ὢν ἑκατὸν εἴκοσιν, ἐπὶ | |
15 | Τραϊανοῦ Καίσαρος καὶ ὑπατικοῦ Ἀττικοῦ. φησὶ δὲ ὁ αὐτὸς, | 207 |
208 | (Hegesippus) ὡς ἄρα καὶ τοὺς κατηγόρους αὐτοῦ, ζητουμένων τότε τῶν ἀπὸ τῆς βασιλικῆς Ἰουδαίων φυλῆς, ὡσὰν ἐξ αὐτῆς ὄντας, ἁλῶναι συνέβη. Haec Eusebius lib. iii. Hist. c. 32. | |
7t | Ex libro quinto, sive ultimo, ejusdem Operis. | |
8t | DE MARTYRIO S. JACOBI JUSTI. | |
9 | Διαδέχεται δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων, ὁ | |
10 | ἀδελφὸς τοῦ Κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Κυρίου χρόνων μέχρι καὶ ἡμῶν. ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο· οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. Οἶνον καὶ σίκερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε· ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη· ἔλαιον | |
15 | οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν· ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ | |
ἄφεσιν· ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, | 208 | |
209 | διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ Θεῷ, καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διὰ γέτοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ, ἐκαλεῖτο Δίκαιος καὶ Ὠβλίας· ὅ ἐστιν Ἑλληνιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προφῆ‐ | |
5 | ται δηλοῦσι περὶ αὐτοῦ. τινες οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι ἐν τοῖς ὑπομνή‐ μασιν, ἐπυνθάνοντο αὐτοῦ, τίς ἡ θύρα τοῦ Ἰησοῦ· καὶ ἔλεγε τοῦτον εἶναι τὸν Σωτῆρα. ἐξ ὧν τινὲς ἐπί‐ στευσαν, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστός. αἱ δὲ αἱρέσεις αἱ | |
10 | προειρημέναι, οὐκ ἐπίστευον οὔτε ἀνάστασιν, οὔτε ἐρχό‐ μενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ φαρισαίων λεγόντων, ὅτι κινδυνεύει πᾶς | |
15 | ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾷν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· Παρακαλοῦμέν σε· ἐπίσχες | |
τὸν λαὸν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ | 209 | |
210 | Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς, ὅτι δίκαιος εἶ, καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις. πεῖσον | |
5 | οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι. καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς, καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν | |
10 | ἐθνῶν. ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· Δίκαιε ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυ‐ ρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ | |
15 | ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐπερωτᾶτε περὶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ ἀνθρώπου; καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ | |
ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι | 210 | |
211 | ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. καὶ πολλῶν πληροφο‐ ρηθέντων, καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ λεγόντων ὡς ἀννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλιν οἱ αὐτοὶ γραμματεῖς καὶ φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· | |
5 | κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ· ἀλλὰ ἀναβάντες, καταβάλωμεν αὐτὸν, ἴνα φοβη‐ θέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ ἐπλήρωσαν τὴν γρα‐ φὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην, ἄρωμεν τὸν δί‐ | |
10 | καιον, ὅτι δύσχρηστος ἡμῖν ἐστί· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἔλεγον ἀλλήλοις· λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον. καὶ ἤρξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβλη‐ θεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα | |
15 | λέγων· Παρακαλῶ Κύριε Θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτω δὲ καταλιθοβολούντων αὐ‐ | |
τὸν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν | 211 | |
212 | μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου, ἔκραζε λέγων· Παύσασθε, τί ποιεῖτε· εὔχεται ὑπὲρ ὑμῶν ὁ Δίκαιος. καὶ λαβών τις ἀπ’ αὐτῶν, εἷς τῶν κναφέων, τὸ ξύλον ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς | |
5 | τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. Haec attulit Euse‐ | |
10 | bius lib. ii. Hist. c. 23. | |
20t | Ex incerto libro, sed fortasse ultimo, ejusdem Operis. | |
21t | DE JUDAE NEPOTIBUS APUD DOMITIANUM REIS. | |
22 | Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ Κυρίου υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλατό‐ ρευσαν, ὡς ἐκ γένους ὄντας Δαβίδ. τούτους δ’ ὁ ἰουόκατος | |
25 | ἤγαγε πρὸς Δομετιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν | 212 |
213 | παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης· καὶ ἐπηρώ‐ τησεν αὐτοὺς εἰ ἐκ Δαβὶδ εἰσί· καὶ ὡμολόγησαν. τότε ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρη‐ μάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι, ἐννακισχίλια | |
5 | δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως· καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων. ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν, καὶ αὐτοὺς αὐτουρ‐ γοῦντας διατρέφεσθαι. εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυ‐ | |
10 | τῶν ἐπιδεικνύναι· μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν, καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παρι‐ στάντας. ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τὶς εἴη καὶ πότε καὶ ποῖ φανη‐ | |
15 | σομένη, λόγον δοῦναι, ὡς οὐ κοσμικὴ μὲν οὐδ’ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ | |
τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρίνειε | 213 | |
214 | ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπι‐ τηδεύματα αὐτοῦ· ἐφ’ οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δομετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προσ‐ | |
5 | τάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν· τοὺς δὲ ἀπολυθέντας, ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡς ἂν δὴ μάρ‐ τυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ Κυρίου· γενομένης τε εἰρήνης, μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ. Haec posuit Eusebius lib. iii. Hist. c. 20. | |
10 | Ἔρχονται οὖν (Judae nepotes proxime ante memorati) καὶ προηγοῦνται πάσης ἐκκλησίας ὡς μάρτυρες, καὶ ἀπὸ γένους τοῦ Κυρίου. καὶ γενομένης εἰρήνης βαθείας ἐν πάσῃ ἐκκλησίᾳ, μένουσι μέχρι Τραϊανοῦ Καίσαρος. μέχρις οὗ ὁ ἐκ θείου τοῦ Κυρίου ὁ προειρημένος Συμεὼν | |
15 | υἱὸς Κλωπᾶ, συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων, ὡσαύτως κατηγορήθη καὶ αὐτὸς ἐπὶ τῷ αὐτῷ λόγῳ ἐπὶ Ἀττικοῦ | |
τοῦ ὑπατικοῦ. καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος, ἐμαρ‐ | 214 | |
215 | τύρησεν· ὡς πάντας ὑπερθαυμάζειν, καὶ τὸν ὑπατικὸν, πῶς ἑκατὸν εἴκοσι τυγχάνων ἐτῶν, ὑπέμεινε· καὶ ἐκε‐ λεύσθη σταυρωθῆναι. ἐπὶ τούτοις ὁ αὐτὸς ἀνὴρ (Hegesippus) διηγούμενος τὰ κατὰ τοὺς δηλουμένους, ἐπιλέγει ὡς ἄρα μέχρι τῶν | |
5 | τότε χρόνων παρθένος καθαρὰ καὶ ἀδιάφθορος ἔμεινεν ἡ ἐκκλησία, ἐν ἀδήλῳ που σκότει φωλευόντων εἰσέτι τότε, τῶν, εἰ καί τινες ὑπῆρχον, παραφθείρειν ἐπιχειρούντων τὸν ὑγιῆ κανόνα τοῦ σωτη‐ ρίου κηρύγματος. Attulit haec Eusebius cap. 32. ejusd. lib. | |
15t | Ex incerto libro ejusdem Operis. | |
16 | Καὶ μετὰ τὸ μαρτυρῆσαι Ἰάκωβον τὸν δίκαιον ὡς καὶ ὁ Κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος· ὃν προέ‐ θεντο πάντες ὄντα ἀνεψιὸν τοῦ Κυρίου δεύτερον. δια‐ | |
20 | τοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις. ἄρχεται δ’ ὁ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον, ὑποφθείρειν. Ἀπὸ τῶν | |
ἑπτὰ αἱρέσεων καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ· ἀφ’ ὧν | 215 | |
216 | Σίμων, ὅθεν οἱ Σιμωνιανοί· καὶ Κλεόβιος, ὅθεν Κλεο‐ βιηνοί· καὶ Δοσίθεος, ὅθεν Δοσιθιανοί· καὶ Γορθαῖος, ὅθεν Γορθηωνοί· καὶ Μασβώθεος, ὅθεν Μασβωθαίοι· ἀπὸ τούτων Μενανδριανισταὶ, καὶ Μαρκιωνισταὶ, (for. | |
5 | Μαρκανισταὶ, vid. notam) καὶ Καρποκρατιανοί· καὶ Οὐα‐ λεντινιανοὶ, καὶ Βασιλειδιανοὶ, καὶ Σατορνιλιανοί· ἕκα‐ στος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγησαν. ἀπὸ τούτων ψευδόχριστοι· ψευδοπροφῆται· ψευδαπόστο‐ λοι· οἵ τινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθορι‐ | |
10 | μαίοις λόγοις κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Haec affert Eusebius lib. iv. Hist. c. 22. | |
21t | Ex incerto libro ejusdem Operis. | |
22 | Ἀκοῦσαι γέτοι πάρεστι (inquit Eusebius, ubi supra, proxime ante τὴν ῥῆσιν jam secuturam) μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα, ἐπιλέγοντος (sc. Hegesippi) | |
25 | ταῦτα· Καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων &c. Euse‐ bius quoque lib. iii. Hist. c. 16. Καὶ ὅτι γε κατὰ τὸν δηλούμενον (sc. Clementem) τὰ τῆς Κορινθίων κεκίνητο στάσεως, ἀξιόχρεως | |
μάρτυς ὁ Ἡγήσιππος. | 216 | |
217(1t) | Ex incerto libro ejusdem Operis. | |
2 | Καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ, μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ῥώμην, καὶ συνδιέτριψα τοῖς Κοριν‐ | |
5 | θίοις ἡμέρας ἱκανάς· ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ. γενόμενος δὲ ἐν Ῥώμῃ, διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνι‐ κήτου διαδέχεται Σωτὴρ, μεθ’ ὃν Ἐλεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει, ὡς ὁ νόμος | |
10 | κηρύττει καὶ οἱ προφῆται καὶ ὁ Κύριος. Haec affert Eu‐ sebius lib. iv. Hist. cap. 22. | |
22t | Ex incerto libro ejusdem Operis. | |
23 | Ἐν τούτοις ἐγνωρίζετο Ἡγήσιππος, οὖ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς· ὡς ἂν ἐκ τῆς αὐτοῦ παραδόσεως τινὰ τῶν κατὰ | |
25 | τοὺς ἀποστόλους παρατιθέμενοι. ἐν πέντε δὴ οὖν συγγράμμασιν οὖτος, τὴν ἀπλανῆ παράδοσιν τοῦ ἀποστολικοῦ κηρύγματος ἁπλου‐ στάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ’ ὃν ἐγνωρίζετο | |
σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πῶς | 217 | |
218 | γράφων. Οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστὶ καὶ Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ἐφ’ ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ | |
5 | προφήτας (for. supplend. ex Hieronymo κατέστησεν ἐν τῷ ναῷ. vid. not.) Haec ait, atque affert, Eusebius lib. iv. Hist. c. 8. | |
12t | De eodem Opere, | |
13t | Eusebius lib. iv. Hist. cap. 22. | |
14 | Καὶ ἕτερα δὲ πλεῖστα γράφει (Hegisippus), ὧν ἐκ μέρους ἤδη | |
15 | πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παρα‐ θέμενοι· ἔκ τε τοῦ καθ’ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ, καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι· καὶ ἄλλα δὲ ὡς ἂν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει· οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ | |
20 | Εἰρηναῖος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς, πανάρετον σοφίαν τὰς Σολόμωνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀπο‐ κρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρὸς τινῶν αἱρετικῶν | |
ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. | 218 | |
219(1t) | Ex eodem Opere, | |
2t | Hoc refert Eusebius lib. iii. Hist. c. 11. | |
3 | Τὸν γὰρ οὖν Κλωπᾶν ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ. | |
6t | Ex libro quinto ejusdem Operis, | |
7t | Referente Stephano Gobaro apud Photium in Bibliotheca, | |
8t | Cod. CCXXXII. Col. 893. | |
9 | Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφ‐ | |
10 | θαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀν‐ θρώπου ἀνέβη. Ἡγήσιππος μέν τοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀπο‐ στολικὸς, ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων, οὐκ οἶδ’ ὅ, τι καὶ παθὼν, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θείων γραφῶν καὶ τοῦ Κυρίου | |
15 | λέγοντος, Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες, | |
καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα, καὶ ἑξῆς. | 219 |